Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.114 | Dem. 20.116 (English) | >>Dem. 20.119 |
20.115τίνι χρώμενος τεκμηρίῳ ; ὅτι Λυσιμάχῳ δωρειάν , ἑνὶ τῶν τότε χρησίμων , ἑκατὸν μὲν ἐν Εὐβοίᾳ πλέθρα γῆς πεφυτευμένης ἔδοσαν , ἑκατὸν δὲ ψιλῆς , ἔτι δʼ ἀργυρίου μνᾶς ἑκατόν , καὶ τέτταρας τῆς ἡμέρας δραχμάς . καὶ τούτων ψήφισμʼ ἔστιν Ἀλκιβιάδου , ἐν ᾧ ταῦτα γέγραπται . τότε μὲν γὰρ ἡ πόλις ἡμῶν καὶ γῆς ηὐπόρει καὶ χρημάτων , νῦν δʼ εὐπορήσει · δεῖ γὰρ οὕτω λέγειν καὶ μὴ βλασφημεῖν . καίτοι τίνʼ οὐκ ἂν οἴεσθε νῦν τὸ τρίτον μέρος τούτων ἀντὶ τῆς ἀτελείας ἑλέσθαι ; ὅτι τοίνυν ἀληθῆ λέγω , λαβέ μοι τὸ ψήφισμα τουτί .ὅτι μὲν τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ τοῖς προγόνοις ὑμῶν ἔθος ἦν τοὺς χρηστοὺς τιμᾶν , δηλοῖ τὸ ψήφισμα τουτί · εἰ δὲ μὴ τοῖς αὐτοῖς οἷσπερ ἡμεῖς νῦν , ἕτερόν τι τοῦτʼ ἂν εἴη . εἰ τοίνυν μήτε Λυσίμαχον μήτʼ ἄλλον μηδένα μηδὲν εὑρῆσθαι παρὰ τῶν προγόνων ἡμῶν συγχωρήσαιμεν , τί μᾶλλον , οἷς ἔδομεν νῦν ἡμεῖς , διὰ τοῦτο δικαίως ἂν ἀφαιρεθεῖεν ;
20.117οὐ γὰρ οἱ μὴ δόντες ἃ μὴ ʼδόκει δεινόν εἰσιν οὐδὲν εἰργασμένοι , ἀλλʼ οἱ δόντες μέν , πάλιν δʼ ὕστερον μηδὲν ἐγκαλοῦντες ἀφαιρούμενοι . εἰ μὲν γάρ τις ἔχει δεῖξαι κἀκείνους ὧν ἔδοσάν τῴ τι , τοῦτʼ ἀφῃρημένους , συγχωρῶ καὶ ὑμᾶς ταὐτὸ τοῦτο ποιῆσαι , καίτοι τοῦτό γʼ αἰσχρὸν ὁμοίως · εἰ δὲ μηδʼ ἂν εἷς ἐν ἅπαντι τῷ χρόνῳ τοῦτʼ ἔχοι δεῖξαι γεγονός , τίνος εἵνεκʼ ἐφʼ ἡμῶν πρώτων καταδειχθῇ τοιοῦτον ἔργον ;
Ψήφισμα
20.116
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.114 | Dem. 20.116 (English) | >>Dem. 20.119 |